Παρόμοιο ἀπόσπασμα στὸ κείμενο τοῦ ψευδο-Σφραντζῆ (π. 1560 ὁ χρόνος συγγραφῆς) ποὺ ἀπηχεῖ τὴν παράδοση στὰ τέλη τοῦ 15ου αἰώνα. Μαζὶ καὶ κάποιες ψαλτικὲς πληροφορίες.
V.
Grecu,
Georgios
Sphrantzes,
Τὰ καθ᾿ ἑαυτὸν καί τινα γεγονότα ἐν τῷ χρόνῳ τῆς ζωῆς αὐτοῦ,
1401-1477,
cum
Pseudo-Phrantzes
in
appendice
sive
Macarii
Melissenis
Chronicon,
Bucharest
1966), σ. 448:
Προϋπῆρχε δὲ καὶ τάξις καὶ συνήθεια τοῖς βασιλεῦσι Χριστιανοῖς, ἵνα δωροποιῶσι τῷ χειροτονηθέντι πατριάρχῃ νεωστὶ δεκανίκιον χρυσοῦν μετὰ λίθων πολυτίμων καὶ μαργάρων ἐγκεκοσμημένον καὶ ἵππον ἐκλεκτὸν ἐκ τῶν βασιλικῶν μετὰ ἐφιππίου καὶ ἐφεστρίδος βασιλικῆς ἐγκεκοσμημένον πολυτελῶς καὶ μετὰ χασδίου λευκοῦ καὶ χρυσοῦ σκεπόμενος ἦν ὁ ἵππος. Καὶ ἐκ τοῦ παλατίου τοῦ βασιλικοῦ μετὰ πάσης τῆς συγκλήτου ἐξερχόμενος ὁ πατριάρχης καὶ εὐφημούμενος ἐν τῷ πατριαρχείῳ ἐπανέστρεφεν. Καὶ ἡ χειροτονεία ἐγένετο παρὰ τῶν ἀρχιερέων, ὡς τάξις καὶ νόμος ἦν. Ἐλάμβανε δὲ ὁ μέλλων γενέσθαι πατριάρχης ἐκ τῶν τοῦ βασιλέως χειρῶν τὸ δεκανίκιον τοιουτοτρόπως καθεζομένου τοῦ βασιλέως ἐπὶ τοῦ βασιλικοῦ δίφρου καὶ πᾶσα ἡ σύγκλητος ἱστάμενοι ἀσκεπεῖς καὶ ὀρθοί, καὶ ὁ μέγας πρωτοπαπᾶς τοῦ παλατίου ἐποίει "Εὐλογητόν", εἶτα καὶ μικρὰν ἐκτενήν καὶ ὁ μέγας δομέστικος ἔψαλλε τὸ "ὅπου γὰρ βασιλέως παρουσία" καὶ τὰ ἑξῆς, εἶτα τὸ "δόξα" ὁ λαμπαδάριος ἐκ τοῦ ἑτέρου χοροῦ καὶ νῦν τὸ "ὁ βασιλεὺς τῶν οὐρανῶν" καὶ τὰ ἑξῆς. Μετὰ δὲ τέλος τοῦ τροπαρίου, ὁ βασιλεὺς ἀνιστάμενος, ἔχων ἐπὶ τὴν δεξιὰν τὸ δεκανίκιον, ὁ δὲ ὑποψήφιος ἐρχόμενος καὶ ἐκ τοῦ ἑνὸς μέρους αὐτοῦ ὁ Καισαρείας, ἐκ δὲ τοῦ δευτέρου ὁ Ἡρακλείας μητροπολίτης, καὶ ποιεῖ πρὸς πάντας μετανοίας τρεῖς, εἶτα προσέρχεται τῷ βασιλεῖ καὶ ἐνώπιον τούτου ποιεῖ τὴν προσήκουσαν αὐτῷ προσκύνησιν. Καὶ ὁ βασιλεὺς τὸ δεκανίκιον ὀλίγον ὑψῶν ἔλεγεν "Ἡ ἁγία τριὰς ἡ τὴν ἐμοὶ βασιλείαν δωρησαμένη προχειρίζεταί σε εἰς πατριάρχην νέας Ῥώμης." Καὶ οὕτως ἐκ τῶν βασιλικῶν χειρῶν ὁ πατριάρχης ἐλάμβανε τὴν ἐξουσίαν καὶ τὴν εὐχαριστίαν τῷ βασιλεῖ ἐδίδου. Εἶτα οἱ χοροὶ ἔψαλλον τὸ "εἰς πολλὰ ἔτη δέσποτα" ἐκ τρίτου καὶ ἀπόλυσιν. Καὶ ὁ πατριάρχης κατερχόμενος μετὰ λαμπάδων ἐπὶ τὰ διβάβουλα, εὑρίσκων τὸν ἵππον ἡτοιμασμένον ἀνέβαινεν ἐπ᾽ αὐτόν.