26. Μακαρισμοὶ Ἰωάννου τοῦ θεολόγου

MTheodorakis

Παλαιό Μέλος
«Οἱ μακαρισμοί. Ἦχος δ’. Διὰ ξύλου ὁ Ἀδάμ.

Ὁ τῶν ἀῤῥήτων ἑρμηνεύς, καὶ τῶν ἀγνώστων νοῦς δοκιμώτατος, τοῦ Ζεβεδαίου ὁ υἱός», καὶ φοιτητὴς Χριστοῦ «καὶ ἀπόστολος, σαφῶς προσφωνεῖ ἡμῖν, ὅτι Θεὸν οὐδεὶς ὅλως ἑώρακεν, αὐτὸς ἐξηγήσατο, Χριστὸς ὁ ἐν κόλποις ὧν τοῦ γεννήτορος, Υἱὸς ὧν μονογενὴς καὶ Θεὸς ἀψευδής.

Σὺ τῇ παρθένῳ καὶ μητρί, παρθενοπάτορ ὤφθης ἀπόστολε, προσηλούμενος σταυρῷ, ὁ ἐξ αὐτῆς ἀπάτορ παρέθετο, ἀφ’ οὗ ἀξιύμνητε, παρθενικῶς τηρήσας τὴν ἀειπάρθενον, παρθένος ἐκ φύσεως, ἐγνώσθη τὰ ἔμφυτα τῆς ἁγνείας δεσμά, μὴ ῥήξασα ὡς ἁγνὴ μητροπάρθενος.

Τριαδικόν.

Τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα πάντες τὸ ἅγιον, ὁμοφρόνως οἱ πιστοί, δοξολογεῖν ἀξίως εὐξώμεθα, μονάδα θεότητος, ἐν τρισὶν ὑπάρχουσαν ὑποστάσεσιν, ἀσύγχυτον μένουσαν, ἁπλῆν ἀδιαίρετον καὶ ἀπρόσιτον, δι' ἧς λυτρούμεθα, τοῦ πυρὸς τῆς κολάσεως.

Θεοτοκίον.

Τὴν μητέρα σου Χριστέ, τὴν ἐν σαρκὶ ἀσπόρως τεκοῦσάν σε, καὶ παρθένον ἀληθῶς, καὶ μετὰ τόκον μείνασαν ἄφθορον, αὐτήν σοι προσάγομεν, εἰς πρεσβείαν δέσποτα πολυέλεε, πταισμάτων συγχώρησιν, δωρήσασθαι πάντοτε τοῖς βοῶσι σοι· μνήσθητι καὶ ἡμῶν, ἐν τῇ βασιλείᾳ σου»

(χφ. Σινὰ 552 μηναῖο Σεπτεμβρίου ιβ’ αἰ. φ. 228v συμπληρωμένο ἀπὸ τὸ χφ. Σινὰ 828 μακαρισματάριο ιγ’ αἰ. φ. 58r-v).
 
Top