06. Τρίτο στιχηρὸ λιτῆς τῆς Μεταμορφώσεως

ΝΕΚΤΑΡΙΟΣ ΚΟΥΓΙΑΣ

Παλαιό Μέλος
"Τὸ προήλιον σέλας Χριστός, σωματικῶς ἐπὶ τῆς γῆς περιπολεύων, καὶ πρὶν τοῦ Σταυροῦ, ἅπαντα τὰ τῆς φρικτῆς οἰκονομίας τελέσας θεοπρεπῶς, σήμερον ἐν Θαβώρ τῷ ὄρει, μυστικῶς τῆς Τριάδος τὸν τύπον ὑποδείκνυσι· τοὺς γὰρ προκρίτους, τρεῖς τῶν Μαθητῶν, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, σὺν αὐτῷ ἀγαγὼν κατ' ἰδίαν, καὶ μικρὸν ὑποκρύψας τῆς σαρκὸς τὸ πρόσλημμα, μετεμορφώθη ἔμπροσθεν αὐτῶν, ἐμφαίνων τοῦ ἀρχετύπου κάλλους τὴν εὐπρέπειαν, καὶ ταύτην οὐχ ὁλόκληρον, τὸ μέν πληροφορῶν αὐτούς, τὸ δὲ καὶ φειδόμενος, μήπως σὺν τῇ ὁράσει καὶ τὸ ζῆν ἀπολέσωσιν, ἀλλ' ὡς ἠδύναντο χωρεῖν τοὺς σωματικοὺς ὀφθαλμοὺς περιφέροντες. Καὶ προφητῶν τοὺς ἀκραίμονας, Μωϋσῆν καὶ Ἠλίαν ἠνέγκατο, ἀναλόγως μαρτυροῦντας αὐτοῦ τὴν Θεότητα, καὶ ὅτι αὐτὸς ἐστι τὸ ἀληθινὸν τῆς πατρικῆς οὐσίας ἀπαύγασμα, ὁ κυριεύων ζώντων καὶ νεκρῶν. Διὸ καὶ νεφέλη καθάπερ σκηνή, περιέσχεν αὐτούς, καὶ φωνὴ ἄνωθεν τοῦ Πατρὸς ἐκ τῆς νεφέλης, ἠχητικῶς προσμαρτυροῦσα καὶ λέγουσα· Οὗτός ἐστιν ὃν ἀρρεύστως ἐκ γαστρός, πρὸ ἑωσφόρου ἐγέννησα, Υἱὸς ὁ ἀγαπητός μου, ὃν ἀπέστειλα σῶσαι, τοὺς εἰς Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα Ἅγιον βαπτιζομένους, καὶ ὁμολογοῦντας πιστῶς, ὡς ἀδιαίρετόν ἐστιν ἓν τὸ κράτος τῆς Θεότητος, αὐτοῦ ἀκούετε. Αὐτὸς οὖν φιλάνθρωπε Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς καταύγασον, ἐν τῷ φωτὶ τῆς ἀπροσίτου σου δόξης, καὶ ἀξίους ἀνάδειξον κληρονόμους, τῆς ἀτελευτήτου βασιλείας σου, ὡς ὑπεράγαθος."

 
Top