Ἐξαποστειλάρια ἁγίων

MTheodorakis

Παλαιό Μέλος
Τὰ ἐξαποστειλάρια τῶν ἁγίων δὲν εἶναι εἰσαγωγικοὶ ὕμνοι, ὅπως τὰ ἑσπέρια στιχηρά, ἀλλὰ συμπερασματικοί, μία ἀνασκόπηση τοῦ κανόνα, τοῦ κυρίως ὕμνου, ποὺ μόλις ὁλοκληρώθηκε. Συχνὰ ἀποτελοῦν (ἢ ἀποτελοῦσαν) τὸν τελευταῖο ὕμνο τοῦ ἁγίου καὶ ἐπίλογο τῆς ἀκολουθίας του. Δὲν εἶναι ποτὲ κατανυκτικά, καθὼς εἰσάγουν τοὺς αἴνους. Τὸ χαρακτηριστικὸ αὐτὸ τοῦ ἐπιλόγου ἔχουν καὶ ἐξαποστειλάρια ἑορταζομένων ἁγίων, οἱ ὁποῖοι ἔχουν (καὶ εἶχαν) αἴνους, ὅμως τὰ ἐξαποστειλάριά τους φαίνονται ὅτι προϋποθέτουν ὅλη τὴν προηγηθεῖσα ὕμνηση καὶ συνοπτικὰ ἀπευθύνουν τὸ τελευταῖο (καὶ λαμπρότερο ἴσως) ἐγκώμιο ἢ τὴν τὴν τελικὴ ἱκεσία.


Τὸ αἴτημα τῆς ἀποστολῆς τοῦ φωτός, «ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου» (ψ. 42, 3), ἢ μία ἁπλὴ ἀναφορὰ στὴν ἔννοια τοῦ φωτός, ἀνιχνεύεται σὲ παλαιὰ χαρμόσυνα ἐξαποστειλάρια ἁγίων, ὅπως:

«Ὁ οὐρανὸν τοῖς ἄστροις, κατακοσμήσας ὡς Θεός, καὶ διὰ τῶν σῶν ἁγίων, πᾶσαν τὴν γῆν φωταγωγῶν, δημιουργὲ τῶν ἁπάντων, τοὺς ἀνυμνοῦντάς σε σῷζε»

(παλαιὸ κοινὸ ἐξαποστειλάριο ἁγίων καὶ ἁγίων Τροφίμου, Σαββατίου καὶ Δορυμέδοντος 19 Σεπτεμβρίου

«Φωστῆρος δίκην ὅσιε, ὁ φωσφόρος σου βίος, ἀστράψας κατεφώτισε, τὴν ὑφήλιον πᾶσαν, ταῖς τῶν θαυμάτων ἀκτῖσι· διὰ στύλου γὰρ πάτερ, ἀνῆλθες ὡς ἐν κλίμακι, πρὸς Θεὸν ἔνθα πάντων, τῶν ὀρεκτῶν, Συμεὼν τὸ ἔσχατον ὄντως πέλει, ὑπὲρ ἡμῶν δεόμενος, τῶν τιμώντων σε μάκαρ»

(Συμεὼν τοῦ στυλίτου 1 Σεπτεμβρίου).

«Ἀῤῥήτως πυρσευόμενος, ταῖς θεϊκαῖς ἐλλάμψεσι, τῆς ὑπερφώτου Τριάδος, διέρχῃ πᾶσαν τὴν κτίσιν, ὡς ἀστραπὴ ἀρχάγγελε, πληρῶν τὸ θεῖον πρόσταγμα, Μιχαὴλ ἀστραπόμορφε, φρουρῶν φυλάττων καὶ σκέπων, τοὺς σὲ φαιδρῶς ἀνυμνοῦντας»

(Μιχαὴλ ἀρχαγγέλου 8 Νοεμβρίου).

«Φωστὴρ φωστήρων γέγονας, μοναστῶν δὲ ἀλείπτης, καὶ ἀρχηγὸς Ἀντώνιε, οἰκουμένης τὸ κλέος, διδάσκων οἷα γενναῖος, στρατηγέτης ἄριστα, τὰς τῶν δαιμόνων ἐφόδους, μὴ πτοεῖσθαι ἀῤῥωγόν, κεκτημένους τὸν Χριστόν, τῆς πλάνης τὸν καθαιρέτην»

(ἁγίου Ἀντωνίου 17 Ἰανουαρίου).

«Μονάδα τρισυπόστατον, καὶ Τριάδα τελείαν, ἐν μιᾷ τῇ θεότητι, πάνσοφε θεολόγε, ἐδίδαξας προσκυνεῖσθαι, φῶς εἰπὼν τὸν Πατέρα, καὶ τὸν Υἱὸν φῶς αὖθις τε, φῶς τὸ ἅγιον Πνεῦμα· ἀλλὰ ἓν φῶς, ἀμερὲς ἀσύγχυτον· εἷς Θεὸς γάρ, τρανῶν τὸ ὁμοούσιον, ὦ Γρηγόριε μάκαρ»

(Γρηγορίου τοῦ θεολόγου 25 Ἰανουαρίου).

«Ἔαρ ἡμῖν ἐξέλαμψεν, ἡ λαμπρὰ τοῦ δεσπότου, καὶ θεία ἐξανάστασις, πρὸς οὐράνιον Πάσχα, ἐκ γῆς ἡμᾶς παραπέμπον, ταύτῃ δὲ συνεκλάμπει, τοῦ πανενδόξου μάρτυρος, Γεωργίου ἡ μνήμη, ἡ φωταυγής, ἣν φαιδρῶς τελέσωμεν, ἵνα θείας, ἀξιωθῶμεν χάριτος, πρὸς Χριστοῦ τοῦ σωτῆρος»

(ἁγίου Γεωργίου 23 Ἀπριλίου).

«Τὸ τοῦ Προδρόμου σήμερον, χαροποιὸν γενέθλιον, τὸ σκυθρωπὸν διαλύει, τῆς τοῦ πατρὸς ἀφωνίας, καὶ τῆς τεκούσης στείρωσιν, μηνύει δὲ τὴν μέλλουσαν, χαράν καὶ ἀγαλλίασιν· διὸ καὶ πᾶσα ἡ κτίσις, αὐτὸ φαιδρῶς ἑορτάζει»

(Γενέσιο τοῦ Προδρόμου 24 Ἰουνίου).

«Τῶν ἀποστόλων ἅπαντες, τὴν κορυφὴν ὑμνήσωμεν, Πέτρον καὶ Παῦλον τοὺς θείους, τῆς οἰκουμένης φωστῆρας, τοὺς κήρυκας τῆς πίστεως, τὰς θεολόγους σάλπιγγας, δογμάτων τοὺς ἐκφάντορας, τῆς ἐκκλησίας τοὺς στύλους, καὶ καθαιρέτας τῆς πλάνης»

(Πέτρου καὶ Παύλου 29 Ἰουνίου).

«Φῶς ἐν πυρίνῳ τεθρίππῳ, οὐρανοδρόμον σε δεῖξαν, ἁρματηλάτην Ἠλία, οὐ κατηνάλωσεν ὅλως· πῦρ γὰρ ἐν γλώσσῃ πηλίνῃ, εἵλκυσας κάτω, καὶ ἀνεξήρανας ὄμβρους»

(προφήτου Ἠλία 20 Ἰουλίου).

«Κυρία πάντων πέλουσα, τῶν ποιημάτων δέσποινα, καὶ πλήρης ὄντως σοφίας, τῆς ὑπερφώτου ὡς μήτηρ, Θεοῦ τοῦ παντοκράτορος, φωτὸς καὶ θείας γνώσεως, καὶ χάριτός με πλήρωσον, τῇ συμπληρώσει τῶν ὕμνων, σοῦ τῆς ἁγνῆς Θεοτόκου»

(ἁγίας Ζώνης 31 Αὐγούστου).

«Οἱ κόσμον ἀρνησάμενοι, καὶ τὸν σταυρὸν ἀράμενοι, πληθὺς ὁσίων πατέρων, σὺν τοῖς χοροῖς τῶν μαρτύρων, ἱεραρχῶν ὁμήγυρις, καὶ γυναικῶν τὸ σύνταγμα, ἡμᾶς καταφαιδρύνατε, τοῦ ἀνυμνῆσαι ἀξίως, ὑμῶν τὴν πάμφωτον μνήμην»

(Σάββατο τῆς Τυρινῆς τῶν ὁσίων πατέρων).

«Στεφανηφόρος ἅγιε, παρεστὼς σὺν ἀγγέλοις, τῷ τοῦ Χριστοῦ νῦν βήματι, καὶ φωτὸς τοῦ ἐκεῖθεν, πληρούμενος ἀθλοφόρε, τὴν εἰρήνην τῷ κόσμῳ, ἀδιαλείπτως πρέσβευε, καὶ ἡμῖν σωτηρίαν τοῖς εὐσεβῶς, τὴν φωσφόρον μνήμην σου ἐκτελοῦσι, Θεόδωρε πανόλβιε, μάρτυς ἠγλαϊσμένε»

(ἁγίου Θεοδώρου-Σάββατο α’ νηστειῶν).
 
Top