Ὅταν ψάλλονται σταυροθεοτοκία στιχηρά, ἀπολυτίκια ἤ καθίσματα πρέπει νἀ ψάλλονται καὶ σταυροθεοτοκία ἐξαποστειλάρια.
Ὁ Βαρθολομαῖος Κουτλουμουσιανὸς τὸ 1843 ἀφαίρεσε πολλὰ σταυροθεοτοκία ἐξαποστειλάρια καὶ στιχηρά. Ἔχουν μείνει μόνο στὸ ὡρολόγιο, στὸν α' ἦχο καὶ τὸ τέλος τῆς Παρακλητικῆς, στὶς 20 καὶ 26 Σεπτεμβρίου, 3 Αὐγούστου καὶ τὴν Τετάρτη τῆς μεσονηστησίμου ἑβδομάδος (δ' ἑβδομάδος τῶν νηστειῶν).
«Γυναῖκες ἀκουτίσθητε.
Παρισταμένη Πάναγνε, ἐν τῷ Σταυρῷ καὶ βλέπουσα, τὸν σὸν Υἱὸν ἐπὶ ξύλου, ταθέντα καὶ νεκρωθέντα, καὶ μητρικῶς ὠλόλυζες, δακρύουσα καὶ λέγουσα· Τί τοῦτο τὸ παράδοξον, ὅτι ὁ Κτίστης τοῦ κόσμου, Σταυρῷ ταθῆναι ἠνέσχου;»
(τέλος Παρακλητικῆς)
«Γυναῖκες ἀκουτίσθητε.
Παρισταμένη Πάναγνε, ἐν τῷ Σταυρῷ καὶ βλέπουσα, τὸν σὸν Υἱὸν ἐπὶ ξύλου, ταθέντα ἄπνουν ἐθρήνεις, καὶ μητρικῶς ὠλόλυζες, δακρύουσα καὶ λέγουσα· τὶ τοῦτο τὸ παράδοξον, ὅτι ὁ Κτίστης τοῦ κόσμου, Σταυρῷ ταθῆναι ἠνέσχου;»
(3 Αὐγούστου)
Τῶν μαθητῶν ὁρώντων σε.
«Ἡμεῖς ἐν σοὶ θαρροῦντες τῇ Θεοτόκῳ, ἐχθροὺς διπλοῦς τροπούμεθα κατὰ κράτος, τὸν Σταυρὸν κατέχοντες τοῦ Υἱοῦ σου, ὅπλον ἡμῖν καὶ τρόπαιον, ἀσπίδα ξίφος καὶ δόρυ, καὶ βέλος κατὰ Βελίαρ»
(20 Σεπτεμβρίου)
Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις
«Τοὺς τὸν Σταυρὸν καὶ τὰ πάθη, τοῦ σοῦ Υἱοῦ Θεοτόκε, ἐν ἀδιστάκτῳ καρδίᾳ, πανευλαβῶς προσκυνοῦντας, τοῦ παραδείσου πολίτας, καὶ δόξης μετόχους δεῖξον»
(Παρακλητικὴ ἦχος α' Τετάρτη πρωί)
Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις.
«Ἐν τῷ Σταυρῷ παρεστῶσα, ἡ σὲ ἀσπόρως τεκοῦσα, καὶ θρηνῳδοῦσα ἐβόα· Οἴμοι! γλυκύτατον τέκνον, πῶς ἔδυς ἐξ ὀφθαλμῶν μου, πῶς ἐν νεκροῖς ἐλογίσθης;»
(Ὡρολόγιο)
«Ἦχος γ'. Ἐν πνεύματι τῷ ἱερῷ.
Ἡ ἄνυμφος καὶ πάναγνος, τοῦ Θεοῦ Λόγου Μήτηρ, ἐβόα ὀλολύζουσα, ἐν κλαυθμῷ θρηνῳδοῦσα· Τοιαῦτά μοι ὁ Γαβριήλ, τῆς χαρᾶς ἐκόμιζε, τὰ εὐαγγέλια τέκνον, ἄπιθι τοῦ πληρῶσαι, τὴν ἀπόρρητον βουλήν, καὶ θείαν οἰκονομίαν»
(Τετάρτη τῆς δ' ἑβδομάδος τῶν νηστειῶν)