«Ὄντως παράνομοι σφραγίσαντες τὸν λίθον, μείζονος ἡμᾶς θαύματος ἠξιώσατε. Ἔχουσιν τὴν γνῶσιν οἱ φύλακες, ὅπως ἐξηγέρθη ὁ Κύριος, καὶ λέγετε· εἴπατε ὅτι ἡμῶν κοιμωμένων, ἦλθον οἱ μαθηταί, καὶ ἔκλεψαν αὐτόν. Καὶ τίς κλέπτει νεκρόν, μάλιστα δὲ καὶ γυμνόν; Αὐτὸς ἀνέστη αὐτεξουσίως ὡς Θεός, καταλιπὼν καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ. Δεῦτε ἴδετε Ἰουδαῖοι, πῶς οὐ διέῤῥηξε τὰς σφραγῖδας, ὁ τὸν θάνατον σκυλεύσας, καὶ τῷ γένει τῶν ἀνθρώπων, τὴν ἀτελεύτητον ζωήν δωρούμενος, καὶ τὸ μέγα ἔλεος»
(χφφ. στιχηράρια Μ. Λαύρας Γ-67 τέλη ι’-ἀρχὲς ια’ αἰ. φ. 115r-v, Βατοπαιδίου 1488 περὶ τὸ ἔτος 1050 φ. 183v «ὅπως ἐξανέστη ὁ Κύριος... οἱ μαθηταὶ αὐτοῦ... ὁ τὸν θάνατον πατήσας»).
Λανθασμένη ἐκδοχή:
«Ὄντως παράνομοι σφραγίσαντες τὸν λίθον, μείζονος ἡμᾶς θαύματος ἠξιώσατε. Ἔχουσιν τὴν γνῶσιν οἱ φύλακες, σήμερον προῆλθεν τοῦ μνήματος, καὶ ἔλεγον· εἴπατε ὅτι ἡμῶν κοιμωμένων, ἦλθον οἱ μαθηταὶ καὶ ἔκλεψαν αὐτόν. Καὶ τίς κλέπτει νεκρόν, μάλιστα δὲ καὶ γυμνόν; Αὐτὸς ἀνέστη αὐτεξουσίως ὡς Θεός, καταλιπὼν καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ. Δεῦτε ἴδετε Ἰουδαῖοι, πῶς οὐ διέῤῥηξεν τὰς σφραγῖδας, ὁ τὸν θάνατον πατήσας, καὶ τῷ γένει τῶν ἀνθρώπων, τὴν ἀτελεύτητον ζωήν δωρούμενος, καὶ τὸ μέγα ἔλεος»
(χφφ. παρακλητικὲς Σινὰ 781 ι’-ια’ αἰ. φφ. 12v-13r, Σινὰ 790 ια’ αἰ. φ. 20r «οἱ μαθηταὶ αὐτοῦ», Reg. gr. 54 ια’ αἰ. φ. 103r).