Παλαιοδιαθηκικὸ ἀνάγνωσμα Κυριακῆς τῆς Τυρινῆς

MTheodorakis

Παλαιό Μέλος
Ἡ περικοπὴ τῆς Γενέσεως γιὰ τὴν ἐξορία τῶν πρωτοπλάστων ἀναγινώσκεται τὸ α' Σάββατο τῶν νηστειῶν (Παρασκευὴ ἑσπέρας), τὴν ἀπόδοση τῆς Κυριακῆς τῆς Τυρινῆς, δηλαδὴ τῆς ἑβδομάδας τῆς δημιουργίας καὶ τιμωρίας τῶν πρωτοπλάστων, ὅπως φανερώνουν στιχηρὰ τῆς α' ἑβδομάδος τῶν νηστειῶν:


«Ἀρξώμεθα λαοί, τῆς ἀμώμου νηστείας, ἥτις ἐστὶ τῶν ψυχῶν σωτηρία, δουλεύσωμεν τῷ Κυρίῳ ἐν φόβῳ, ἐλαίῳ εὐποιΐας, τὰς κεφαλὰς ἀλείψωμεν, καὶ ὕδατι ἁγνείας τὰ πρόσωπα νιψώμεθα, μὴ βαττολογήσωμεν, ἐν ταῖς προσευχαῖς, ἀλλ' ὡς ἐδιδάχθημεν, οὕτω βοήσωμεν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἄφες ἡμῖν τὰ παραπτώματα ἡμῶν, ὡς φιλάνθρωπος»

(Τρίτη πρωί), θέματα τοῦ Εὐαγγελίου τῆς Κυριακῆς τῆς Τυρινῆς.

«Βρώσει πάλαι πικρᾷ, ἐξοικισθέντες παραδείσου, ἐγκρατείᾳ τῶν παθῶν, ἐπισπεύσωμεν εἰσοικισθῆναι, ἀνακράζοντες, τῷ Θεῷ ἡμῶν· ὁ Σταυρῷ τανύσας παλάμας σου, ὄξος πιών, χολῆς τε γευσάμενος, καὶ ὀδύνας καρτερήσας, τὰς ἐκ τῶν ἥλων, τὰς πικροτάτας ἡδονάς, πάσας ἐκ τῶν ψυχῶν ἡμῶν ἐξηλώσας, διὰ σπλάγχνα οἰκτιρμῶν, σῶσον τοὺς δούλους σου»

(Τρίτη ἑσπέρας).

«Τῆς ἐγκρατείας τὴν τρυφήν, κᾀμοὶ Λόγε χάρισαι, ὡς τῷ Ἀδάμ, τὸν παράδεισον ποτέ, ἐκ πάσης σου γεύεσθαι, ἐντολῆς ὁ Θεὸς ἡμῶν, καὶ ἀπέχεσθαι ἀεὶ καρποῦ, ἧς ἀπέφηνας ἁμαρτίας, ἵνα τὸ ζωηφόρον πάθος σου τοῦ Σταυροῦ, ἐν χαρᾷ προφθάσω»

(Τρίτη ἑσπέρας).

«Ὢ τοῦ Σταυροῦ σου τῇ δυνάμει! οὗτος ἐξήνθησε τῇ ἐκκλησίᾳ τὴν ἐγκράτειαν, τὴν ἐν Ἐδὲμ ποτὲ Ἀδὰμ ἀκρασίαν, πρόρριζον ἐκτίλασαν· θάνατον μὲν ἐκείνῃ, ἐπεισήγαγε τοῖς βροτοῖς· ἀλλ' οὗτος ἀφθάρτως ἐκβλύζει, τὴν ἀθανασίαν τῷ κόσμῳ, ὡς ἐκ πηγῆς ἄλλης τῆς τοῦ παραδείσου, τῇ κατακενώσει, τοῦ σοῦ ζωηρρύτου Αἵματος, ὁμοῦ τε καὶ ὕδατος· ὅθεν τὰ πάντα ἐζωοποιήθη. Δι' οὗ ἡμῖν νηστείας τὴν τρυφήν, γλύκανον ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος»

(Πέμπτη ἑσπέρας).

«Τὸ τῆς νηστείας διάγγελμα, περιχαρῶς ὑποδεξώμεθα· εἰ γὰρ ταύτην ὁ προπάτωρ διεφυλάξατο, τὴν τῆς Ἐδὲμ ἔκπτωσιν οὐκ ἂν ὑπέστημεν, ὡραῖος ἦν εἰς ὅρασιν, καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός, μὴ συναρπασθῶμεν τοῖς βλεφάροις, μηδὲ γλυκανθήτω ἡμῶν ὁ φάρυγξ, τοῖς τιμωμένοις βρώμασι, μετὰ δὲ τὴν μετάληψιν ἀτιμαζομένοις, φύγωμεν τὴν ἀκρασίαν, καὶ τοῖς μετὰ κόρον πάθεσιν, μὴ ὑποβληθῶμεν· ἐνσημανθῶμεν τῷ αἵματι, τοῦ ὑπὲρ ἡμῶν ἀχθέντος εἰς θάνατον ἑκουσίως, καὶ οὐ μὴ θίγῃ ἡμῶν ὁ ὀλοθρευτής, καὶ φάγοιμεν πάσχα, Χριστοῦ τὸ ἱερώτατον, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν»

(Παρασκευὴ πρωί).

Ὁμοίως ἀποδίδεται καὶ ἡ Σταυροπροσκύνηση.
 
Last edited:
Top