«Χρὴ γινώσκειν, ὅτι κατὰ καιρὸν τῆς παραμονῆς τῆς βαϊφόρου εἰς τὸ Κύριε ἐκέκραξα ἀλλάσσονται οἱ χοροί, καὶ οἱ μὲν δεξιοὶ ἀπέρχονται εἰς τὰ ἀριστερά, οἱ δὲ ἀριστεροὶ εἰς τὰ δεξιά» (τυπικὸ ἁγ. Θεοδώρου τοῦ Στουδίτου (+826) ἔκδ. Dmitrievskij τ. 1 σ. 237, ὁμοίως τυπικὸ Μεσσήνης τοῦ ἔτους 1131 σ. 227 καὶ Dmitrievskij τ. 1 σ. 878), σὰν πιὸ ξεκούραστοι γιὰ τὴν Μ. Ἑβδομάδα. «Τὴν μέντοι ἔναρξιν τοῦ κανόνος (τοῦ Πάσχα) ὁ προεστὼς ὀφείλει ποιεῖν κατὰ ταύτην τὴν ἁγίαν ἡμέραν, κἂν τῷ ἀριστερῷ μέρει ἐπιλαγχάνῃ. Τοῦτο δὲ γίνεται ἐν μόνῃ τῇ α’ ᾠδῇ· τῆς γὰρ τρίτης ᾠδῆς ἡ ἔναρξις, εἴ γε τῷ ἀριστερῷ ἐκλαγχάνει μέρει, πάλιν γίνεται παρ᾿ αὐτοῦ, καὶ οὕτως ἰσάζουσιν οἱ χοροί» (χφ. μονῆς ἁγ. Σάβα 312 ΤΑΣ τοῦ ἔτους 1201 ἔκδ. Dmitrievskij τ. 3 σ. 70).
«Χρὴ εἰδέναι ὅτι ...ὁ γοῦν ἐναρξάμενος χορός, οὗτος ἄρχεται τοῦ Κύριε ἐκέκραξα ἐν τῷ ἑσπερινῷ, οὗτος ἄρχεται τῶν καθισμάτων τῆς πρώτης στιχολογίας, τῆς α’ καὶ γ’ ᾠδῆς, τῆς ε’, τῆς ζ’, τῆς θ’, τοῦ ἐξαποστειλαρίου τοῦ ἁγίου, εἴπερ εἰσὶ β’, εἰ δὲ γ’, ὁ ἕτερος, τῶν αἴνων, τῷ σαββάτῳ τὰ μετὰ τὸν ῎Αμωμον νεκρώσιμα τροπάρια καὶ τῇ Κυριακῇ τῶν μετὰ ῎Αμωμον ὡσαύτως ἀναστασίμων τροπαρίων καὶ τοῦ πρώτου καὶ τρίτου ἀντιφώνου τῶν ἀναβαθμῶν. ᾿Εν ταῖς ἑορτασίμοις ἡμέραις, ἤως (ἤτοι) ἐν τῇ ἀγρυπνίᾳ, τὸ ῞Ινα τί ἐφρύαξαν, εἰς τὸν ὄρθρον τοῦ πολυελέου καὶ τοῦ μετ᾿ αὐτὸν καθίσματος, τῶν ἀναβαθμῶν, μετὰ τὸν Ν’ τὸ Δόξα, Ταῖς τῶν ἀποστόλων. Εἰς τὴν λειτουργίαν τοῦ πρώτου ψαλμοῦ τῶν τυπικῶν καὶ τῶν μακαρισμῶν. Τῇ ἁγίᾳ καὶ μεγάλῃ μ’ ἐν τοῖς ἀποδείπνοις τὸ Μεθ᾿ ἡμῶν ὁ Θεός, τὸ Παναγία Θεοτόκε, βοήθησον ἡμῖν, καὶ τὸ Κύριε τῶν δυνάμεων» (χφ. Βατοπεδίου 1199 ΤΑΣ τραπεζουντιακῆς οἰκογένειας τοῦ ἔτους 1346 ἔκδ. Dmitrievskij τ. 3 σσ. 427-428, πρβλ. Dmitrievskij τ. 1 σ. 516, τ. 3 σσ. 83, 173, 234, ΤΑΣ κεφ. ε’).