Εκλογή εις των Αγίων Αναργύρων
• Tὸν ναὸν σου. Ἀλληλούΐα. Ὁ θεός ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου. Ἀλληλούΐα.
• Eπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου· Ἀλληλούΐα.
• Eθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς· Ἀλληλούΐα.
• Eξέχεαν τὸ αἷμα αὐτῶν ὡσεὶ ὕδωρ κύκλῳ ̔Ιερουσαλήμ, Ἀλληλούΐα.
• Oτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
Ἀλληλούΐα.
• Eν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου ὠνείδιζόν με οἱ ἐχθροί μου. Ἀλληλούΐα.
• Kαὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωΐας. Ἀλληλούΐα.
• Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Ἀλληλούΐα.
• Φῶς ἀνέτειλε τῷ δικαίῳ καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη. Ἀλληλούΐα.
• Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούΐα.
• Eἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιοι. Ἀλληλούΐα.
• Tοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Ἀλληλούΐα.
• Θαυμαστός ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. Ἀλληλούΐα.
• Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Ἀλληλούΐα.
• Oτι σὺ εὐλογήσεις δίκαιον· Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. Ἀλληλούΐα.
• Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνόν, ἀλλ ̓ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Ἀλληλούΐα.
• Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ καὶ ἐλπιεῖ ἐπ ̓ αὐτόν. Ἀλληλούΐα.
• Kαὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Ἀλληλούΐα.