MTheodorakis
Παλαιό Μέλος
Β' ᾠδὴ τοῦ σημερινοῦ κανόνος τοῦ πάσχα:
«Ἰωάννου μοναχοῦ...
Πρόσεχε οὐρανὲ καὶ λαλήσω, ὅτι ὁ Λόγος τοῦ Πατρός, ἑκὼν καταβέβηκεν ἐπὶ τῆς γῆς κλίνας οὐρανούς, καὶ γέγονεν ἄνθρωπος ἵνα τὸν ἄνθρωπον σώσῃ ὡς φιλάνθρωπος.
Πρόβατον διὰ τὴν ἀκακίαν, καὶ τῆς ἀρχαίας τοῦ Ἀδὰμ γυμνώσεως εἴληπται, ὅτι σεπτὸν τὸ ὑπὲρ ἡμῶν καθέστηκε σφάγιον, ὡς ἀφθαρσίας ὑπάρχον θεῖον ἔνδυμα.
Ἄμωμον εἰς ὀσμὴν εὐωδίας, ὡς ἱερεῖον ὁ Χριστὸς Πατρὶ προσκομίζεται, ὡς δὲ ἀμνὸς ἄκακος αὐτός, πολλῶν εἰς ἐξάλειψιν, ἁμαρτιῶν ἑκουσίως σφαγιάζεται.
Ζώσωμεν τὰς ὀσφῦς σωφροσύνῃ, καὶ καθαροὶ τοῦ καθαροῦ, πάσχα μεταλάβωμεν, συννεκρωθέντες τῷ Ἰησοῦ, ἵνα τῆς ἐγέρσεως, καὶ τῆς αὐτοῦ βασιλείας κοινωνήσωμεν.
Θεοτοκίον.
Ἔλυσεν οὐδαμῶς τὰς σφραγίδας, τῆς παρθενίας σου ἁγνή, ἐκ σοῦ παμμακάριστε, ὁ σαρκωθεὶς Λόγος τοῦ Πατρός, ἵνα τὸ ἡμέτερον, πρὸς ἑαυτὸν ἀναλάβῃ τῇ ἐγέρσει αὐτοῦ»
(χφ. Vat. gr. 780, πεντηκοστάριο τοῦ ἔτους 1170 φφ. 12v-13r).
Last edited: