Ἑσπερινὸς Μεγάλης Πέμπτης ἑσπέρας ἄνευ λειτουργίας

MTheodorakis

Παλαιό Μέλος
Ἐὰν δὲν τελεσθεῖ λειτουργία, παραλείπεται ἡ συναπτὴ καὶ τὸ τρισάγιο καὶ μετὰ τὸ Εὐαγγέλιο λέγεται ἐκτενής, ψάλλεται ῾῾Καταξίωσον Κύριε καὶ τὴν ἑσπέραν᾿᾿ στὸν ἦχο τῆς ἑβδομάδας, πληρωτικά, κεφαλοκλισία καὶ

«εὐθὺς στιχηρὸν ἦχος αʹ, πρὸς τὸ Πανεύφημοι μάρτυρες.

Τὴν σὴν ἐξαπόστειλον φρικτήν, χεῖρα ὑπεράγαθε, καὶ καρδιῶν ἅψαι δούλων σου, παράσχου ἄνωθεν, τὸν ἁγιασμόν σου, καὶ τὸν φωτισμὸν τὸν σὸν, κατάπεμψον νιπτῆρι τῷ θείῳ σου, πλῦνον παθῶν ἡμῶν, καὶ πταισμάτων ῥύπον ἅπαντα, καὶ δὸς τρέχειν ὁδοὺς τὰς ἐνθέους σου.

Ὅμοιον.

Στίχ. Ἐπὶ πλεῖον πλῦνον με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

Ἡγίασται σήμερον ὁρῶν, οὐρανός σε ἄνωθεν

τὴν κορυφὴν Χριστὲ κλίναντα, γῆ ἐπαγάλλεται, σοῦ τῷ θείῳ δείπνῳ, καὶ ὑδάτων χαίρουσιν, συστήματα νιπτῆρι χεόμενα· διὸ οἰκτίρησον, καὶ ἡμᾶς τοὺς τῷ νιπτῆρί σου, πειθαρχοῦντας τῆς σῆς ἀγαθότητος.

Ὅμοιον.

Στίχ. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Ῥωννύων φιλάνθρωπε ἡμῶν, πτέρναν τὴν ἐγκάρδιον, δι’ οὗ πατεῖν ἐνδυνάμωσον, δεινῶν ἐπ’ ὄφεων, καὶ ἐχθροῦ σκορπίων, καὶ πρὸς ἐπουράνιον, ὁδὸν μεταναστεύειν ἐν χάριτι, ὅπως τοῦ ἄνω σου, μετασχῶμεν πάσχα χαίροντες, καὶ τιμῶμεν τὴν σὴν ἀγαθότητα.

Δόξα» Καὶ νῦν. «Ἦχος βʹ, πρὸς τὸ Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε τῷ λεντίῳ τὴν ὀσφύν, ἐζώσας Χριστὲ καὶ νιπτῆρι, ὕδωρ ἐξέχεας, πόδας δούλων ἔπλυνας, τὸ γόνυ ἔκαμψας, τῶν ἀγγέλων τὰ τάγματα, ἐξίσταντο φόβῳ, βλέποντα τὴν ἄφραστον σοῦ συγκατάβασιν, τότε μαθηταῖς ὑπεδείκνυς, τύπον ταπεινώσεως δόξα, τῇ φιλανθρωπίᾳ σου Σωτὴρ ἡμῶν.

Εὐθὺς Νῦν ἀπολύεις. Καταβασία» (ἀπολυτίκιο) «Ὅτε οἱ ἔνδοξοι μαθηταί»

(τυπικὸ τοῦ ναοῦ τῆς Ἀναστάσεως Ἱεροσολύμων τοῦ ἔτους 1122 σσ. 114-115 δεύτερος ἑσπερινὸς γιὰ τὴν τελετὴ τοῦ νιπτήρα),


«Σοφία. Ὁ ὢν εὐλογητὸς Θεὸς ἡμῶν...» καὶ ἀπόλυση.
 
Last edited:
Top