Σάββατον τοῦ Λαζάρου

MTheodorakis

Παλαιό Μέλος
π. Π. Ἀγάθωνος Ὁ, κατὰ τὶς πηγές, Βίος τοῦ ἁγίου Λαζάρου τοῦ τετραημέρου καὶ οἱ πρὸς αὐτὸν θεσπισθεῖσες ἑορτές.
 

Attachments

  • . Π. Ἀγάθωνος Ὁ κατὰ τὶς πηγὲς Βίος τοῦ ἁγίου Λαζάρου τοῦ τετραημέρου καὶ οἱ πρὸς αὐτὸν θεσπισ...pdf
    15.2 MB · Views: 32

MTheodorakis

Παλαιό Μέλος
«Οἱ μακαρισμοί. Ἦχος πλ. δ’. Μνήσθητι ἡμῶν Χριστέ.

Μαρίαν μυστικῶς μιμούμενοι καὶ Μάρθαν, σπεύσωμεν Χριστῷ τὸ δεῖπνον ἑτοιμάσαι, πίστην ἐλπίδα συμπάθειαν καὶ ἀγάπην, χαίρει γὰρ τούτοις δεξιούμενος.


Μέλλων σου Σωτὴρ τὸν φίλον ὡς ἐξ ὕπνου, Λάζαρον ἐκ τάφου σήμερον ἐγεῖραι, δάκρυα ῥαίνεις τὴν πόρωσιν τῶν ἑβραίων, ὡς συμπαθὴς ἀνακαλούμενος.


Ἤγειρε Χριστὸς τὸν Λάζαρον ἐκ τάφου, δείξας τὴν κοινὴν ἀνάστασιν τῷ κόσμῳ. Ἡ Βηθανία εὐφραίνεται καὶ χορεύει, ἡ ἐκκλησία ἑοερτάζουσα.


Λαζάρου ταῖς εὐχαῖς καὶ Μάρθας καὶ Μαρίας, δώρησαι ἡμῖν Χριστὲ τὴν σὴν εἰρήνην, καὶ καταξίωσον πάντας μόνε οἰκτίρμων, τῆς οὐρανίου βασιλείας σου.


Ἄναρχε τριὰς ἀμέριστε οὐσία, σύνθρονε μονὰς ἀχώριστε τῇ δόξῃ, ἡ ὑπεράρχιος φύσις καὶ βασιλεία, σώζε τοὺς πίστει ἀνυμνοῦντας σε.


Χαίροις παρ’ ἡμῶν ἁγία Θεοτόκε, χαῖρε ἡ χαρὰν κυήσασα τῷ κόσμῳ, χαῖρε ἡ μόνη ἀντίληψις τῶν ἀνθρώπων, εὐλογημένη Θεοτόκε ἁγνὴ»


(χφ. Σινὰ 755 τριῴδιο ι’ αἰ. φ. 133r, παρομοίως χφ. Κουτλουμουσίου 300 τριῴδιο ιστ’ αἰ. ἔκδ. π. Κ. Παπαγιάννη Διορθώσεις καὶ παρατηρήσεις εἰς τὸ Τριῴδιον τ. Β΄ σσ. 193-194).
 
Top