Εὐλογητάρια μεσονυκτικοῦ

MTheodorakis

Παλαιό Μέλος
Ἡ ἀκολουθία τῶν «μεσονυκτινῶν ἀντιφώνων» ἢ μεσονυκτικὸ εἶναι βασικὰ κατανυκτική, ἀνεξάρτητη ἀπὸ τὶς μνῆμες τῶν ἁγίων ἢ μικρὲς ἑορτὲς καὶ ἀντίστοιχη μὲ τὴν καθημερινὴ μοναστικὴ ἀκολουθία μὲ «Ἀλληλούια», μετάνοιες, πένθος καὶ ἄσκηση. Στὸ χειρόγραφο Σινὰ 864 ὡρολόγιο θ’-ι’ αἰ. διασώζεται παλαιὰ κοινοβιακὴ ἀκολουθία μεσονυκτικοῦ, ἡ ὁποία περιλαμβάνει, μεταξὺ ἄλλων ὕμνων, ψαλμωδία τοῦ ψαλμοῦ 118, τοῦ ἀμώμου, καθὼς καὶ ἐννέα κατανυκτικὰ τροπάρια «Πρός· Τῶν ἁγίων ὁ χορὸς εὗρεν πηγὴν» ἄνευ θεοτοκίου (φφ. 77v-78v) ἀναγόμενα στὸν θ’ αἰ. ἢ σὲ παλαιότερα τροπολόγια. Πρόκειται γιὰ «στιχηρὰ εἰς τὸν ἄμωμον» ἢ «τροπάρια τοῦ ἀμώμου», κατὰ τὶς πρώιμες πηγές, δηλαδὴ στιχηρὰ τῶν τελευταίων στίχων τοῦ ψαλμοῦ. Ἐνδεικτικὴ εἶναι ἡ ἐξάρτηση τοῦ ἀρχαιοτέρου-αὐτομέλου (ὅπ. πρ. φ. 77v) «Τῶν ἁγίων ὁ χορὸς...τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι, ἀνακάλεσαί με...» ἀπὸ τὸν τελευταῖο στίχο τοῦ ψαλμοῦ «Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός, ζήτησον τὸν δοῦλον σου». Τὸ εἶδος αὐτὸ τῶν παλαιῶν στιχηρῶν[1] βαθμηδὸν ἀποσπάσθηκαν ἀπὸ τὸν ἄμωμο[2], δέχθηκαν στίχο «Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου[3]» καί, συνεκδοχικά, ὀνομάστηκαν εὐλογητάρια. Ἡ ἐπένδυση τοῦ ἀμώμου μὲ εὐλογητάρια ἀποτελεῖ παλαιὰ πρακτική, ἀνάλογη μὲ τοὺς ἀπαραίτητους μακαρισμοὺς μιᾶς ἀκολουθίας ἑορτάσιμης ἢ μή, βλ. Dmitrievskij τ. 1 σ. 190. Ἐκτὸς τῶν ἀναστάσιμων καὶ νεκρώσιμων εὐλογηταρίων, στὸ τυπικὸ τοῦ ναοῦ τῆς Ἀναστάσεως τοῦ ἔτους 1122 ὁρίζονται εἰδικὰ εὐλογητάρια τῆς ἡμέρας τῶν Βαΐων, τῆς Μεγάλης Πέμπτης καὶ τοῦ Μεγάλου Σαββάτου. Ἐπίσης σώζονται εὐλογητάρια τῆς Κοιμήσεως τῆς Θεοτόκου, τῆς Ἀποτομῆς τοῦ Προδρόμου κ.ἄ. Ἐπιπροσθέτως τὸ κανονάριο Νίκωνος τοῦ Μαυροορείτου (περὶ τὸ ἔτος 1085) τάσσει τὸν ἄμωμο μὲ τὰ ἀναστάσιμα εὐλογητάρια στὸ μεσονυκτικὸ τῶν Κυριακῶν (ἔκδ. V. Benesevic 1917 σ. 26). Ὅταν τὸ μεσονυκτικὸ μετατέθηκε πρὸ τοῦ ὄρθρου, ἔγιναν περικοπὲς καὶ τὰ εὐλογητάρια λησμονήθηκαν.

Τὰ καθημερινὰ εὐλογητάρια Δευτέρας ἕως καὶ Παρασκευῆς παρατίθενται σὲ πληθυντικὸ ἀριθμὸ ἀποτελῶντας στοιχεῖο ἐκκλησιαστικῆς ἀκολουθίας μεσονυκτικοῦ στὸν νάρθηκα τοῦ ναοῦ καὶ ὄχι ἰδιωτικὴ προσευχή τοῦ κελλιοῦ.

Στὴν ἑξῆς μεταγραφὴ διορθώθηκαν ὀρθογραφικὰ καὶ ἀντιγραφικὰ σφάλματα, προστέθηκαν ὁ ἦχος, οἱ τελευταῖοι στίχοι τοῦ ἀμώμου, τὰ δὲ τροπάρια συμπληρώθηκαν μὲ θεοτοκίο νεκρώσιμων εὐλογηταρίων (χφ. Σινὰ 782 παρακλητικὴ ι’-ια’ αἰ. φ. 22v) καὶ τὸ ἑπόμενο Σύμβολο τῆς Πίστεως σύμφωνα μὲ τὴν σημερινὴ διάταξη.​




Ἦχος πλ. α’.​


Στίχος· Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με.


Ἱλέῳ σου, ὄμματι μακρόθυμε, ἐφ’ ἡμᾶς τοὺς ἀχρείους εἰσβλέψας, κατάνυξιν, εἰς πταισμάτων κάθαρσιν, ἐξαιτοῦντας ὡς φιλάνθρωπος παράσχου, καὶ τὴν ἐκ χειλέων ἀνάγνων πεμπομένην σοι, ἱκεσίαν δεξάμενος οἰκτείρησον.



Στίχος· Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου Κύριε· κατὰ τὸ λόγιόν σου ῥῦσαί με.



Τὸ παρελθόν, τῆς ἡμέρας στάδιον, διανύσαντες ῥᾳθύμως ἅπαν, τῇ ἀπαρχῇ τῆς νυκτὸς προσπίπτοντες, ἱκετεύομεν παροραθῆναι, τῶν ἐξ ἀμελείας ἁμαρτιῶν ἡμῶν, καὶ τῆς θείας τυχεῖν σου χάριτος.



Στίχος· Ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου.



Ὡς τὸ βροτῶν, γινώσκων εὐόλισθον, φιλαμάρτητόν τε καὶ σαρκῶδες, συγχώρησον, τὰ πάντων ὀφλήματα, ἐν ἀγνοίᾳ καὶ λόγῳ πραχθέντα· ἰδοὺ γὰρ πρὸς σέ, σῶτερ, ἀπεῤῥίφημεν, τῷ εἰδότι πάντα καὶ πάντας σῴζοντι.



Στίχος· Φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη.


Φεῖσαι Θεέ, φεῖσαι ὡς φιλάνθρωπος, ὅταν ἔρχεσθαι μέλλῃς ἐν δόξῃ, καὶ ἐν πυρὶ πάντα δοκιμάζονται πρὸ προσώπου σου ἀνθρώπων ἔργα, καὶ μὴ καταισχύνῃς τὸ σὸν πλαστούργημα, ἐν νυκτὶ θρηνωδῶ σοι παριστάμενος.



Στίχος· Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην.


Μίαν ἡμῖν, τὴν σὴν αἴγλην αὔγασον, τῆς παρούσης νυκτὸς παρελεύσει, εὐπρόθυμον, τὴν διανυκτέρευσιν, ἐκτελεῖν ἡμᾶς ἀξιῶν Λόγε, μήπως ἀφυπνοῦσιν κλεισθῇ ἡμῖν, ἡ φαιδρὰ τοῦ θείου νυμφῶνος εἴσοδος.



Στίχος· Ἐπεπόθησα τὸ σωτήριόν σου Κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστι.


Φωτὶ τῷ σῷ, τῆς δόξης ὁ ἥλιος, τῷ ἐν σκότει τῶν παθῶν κατακειμένῳ, κατάλαμψον, τῶν πταισμάτων ἄφεσιν, παρεχόμενός μοι ὡς οἰκτίρμων, ἵνα ἐν ἀνοίξει χειλέων κράζω σοι, τοῦ τελώνου φιλάνθρωπε φωνὴν ἐν κλαυθμῷ.



Στίχος· Ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι.



Ὡς εὔσπλαγχνος, ὡς οἰκτίρμων Κύριε, ὡς φιλάνθρωπος ὡς ἐλεήμων, τὰ πταίσματα, παριδὼν τῶν δούλων σου, τῶν χαρίτων σου τὰ θεῖα ῥεῖθρα, τούτοις παρασχὼν ἀπερίτρεπτον, τὴν εἰς σὲ ἐλπίδα ἔχειν εὐόδωσον.



Στίχος· Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.


Σοὶ ὡς Θεῷ, τὰς ἡμῶν προσφέρομεν, ἐν ἡμέρᾳ καὶ
νυκτὶ αἰτήσεις· εἰσάκουσον, ἡμῶν καὶ τῆς στάσεως, τῶν ἐρίφων ἐν τῇ κρίσει ῥῦσαι, καὶ δεξιοκλήτου φωνῆς ἀξίωσον, πρὸς τρυφὴν ἀγούσης ἀκουτισθῆναι ἡμᾶς.



Στίχος· Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.


Ζῶσα πηγή, ὡς ὑπάρχων Κύριε, τὸ φλογῶδες τῶν ἐμῶν παραπτωμάτων, κατάσβεσον, καὶ πρὸς ἀναψύξεως, τρίβους εὔθυνον ὅπως τῆς ζάλης, τῶν παθῶν ῥυσθέντες τὴν ἄβυσσον, κορεσθῶμεν τῆς σῆς μεγαλειότητος.



Στίχος· Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Μήτηρ Θεοῦ, παναγία δέσποινα, τῶν πιστῶν ἀντίληψις βεβαία, ῥῦσαι ἡμᾶς, τοῦ πυρὸς τοῦ μέλλοντος εὐχαῖς σου, τοὺς εἰλικρινεῖ, γνώμῃ σὲ δοξάζοντας, τὴν τιμιωτέραν πάσης τῆς κτίσεως.



Πιστεύω εἰς ἕνα Θεὸν...

Ἡ παροῦσα ἀνάρτηση ἐπισυνάπτεται καὶ σὲ ἀρχεῖο word.



[1] Προγόνων τῶν ἐγκωμίων τοῦ ἀμώμου.
[2] Ὁ ὁποῖος ἄρχισε νὰ μὴν ψάλλεται, ἀλλὰ νὰ ἀναγινώσκεται.
[3] Προοίμιο καὶ ἐφύμνιο τῆς στιχολογίας τοῦ ἀμώμου.
 

Attachments

  • Εὐλογητάρια μεσονυκτικοῦ.docx
    22.1 KB · Views: 20
Top