Ἁγίου Συμεὼν Θεσσαλονίκης (+1429)
«...κτίστῃ τὰ κτίσματα προσεγγίσαι δυνατόν, εἰ μὴ κατὰ συγκατάβασιν ἄκραν τῆς χάριτός σου μόνης μεταδῴης αὐτοῖς, φιλάγαθε. Εἰ οὖν καὶ τοῖς πρώτοις τῶν ἄνω τάξεων φρικτὸς ὑπάρχεις καὶ φοβερὸς καὶ τοῖς μυστηρίοις σου πάντες ἄγγελοι παρακύψαι ἐπιθυμοῦσι καὶ τῶν ἁγίων ἕκαστος μετὰ φρίκης μετέχει τῶν δωρημάτων σου, πῶς ἄξιος ὅλως ἐγώ, δέσποτα, ὁ πέρα πάσης κακίας ἔργα ἐνεργήσας καὶ μηδὲ τῶν ὁπωσοῦν ὄντων ἁμαρτημάτων παραλιπών, δυνήσομαι ἀναβλέψαι πρὸς σὲ ἢ μετασχεῖν σου τῶν μυστηρίων, ὁ διὰ παντὸς τρόπου καὶ πάσης αἰσθήσεως καὶ δυνάμεως ψυχικῆς ὁμοῦ καὶ σωματικῆς ἁμαρτήσας, ὁ πάντας ὑπερβαλὼν ταῖς ἁμαρτίαις ἁμαρτωλούς, μᾶλλον δὲ μόνος ἁμαρτωλὸς φανεὶς ἐν τοῖς τὸ σὸν περιφέρουσιν ὄνομα; Πάντες γὰρ εὐσεβεῖς ἔργα δικαιοσύνης πλουτοῦσιν, ἐγὼ δὲ μόνος οὐ μόνον οὐδὲν ἀγαθὸν ἔπραξα, ἀλλὰ καὶ πλεῖστα τὰ πονηρά, ἐν ἔργοις καὶ λόγοις, ἐννοίαις τε καὶ κινήμασι καὶ σὲ παρώργισα τὸν δεσπότην ἐν πάσῃ ἡμέρᾳ τε καὶ νυκτὶ καὶ ὥρᾳ καὶ στιγμῇ καὶ ῥοπῇ καὶ ἁπλῶς ἐν παντὶ καιρῷ. Καὶ ταῦτα μετὰ τηλικαύτας καὶ τοσαύτας δωρεάς τε καὶ χάριτας παρὰ σοῦ τοῦ ἀγαθοῦ περὶ τὸν ἐλάχιστον ἐμὲ γεγονυίας. Πῶς οὖν, Κύριε φιλάνθρωπε, προσέλθω σοι ἢ προσεγγίσω τῷ παναγίῳ καὶ καθαρῷ καὶ κοινωνῆσαί σου τολμήσω ὁ καὶ τὸν οὐρανὸν ὁρᾶν καὶ τὸν ἥλιον βλέπειν καὶ τὸν ἀέρα πνέειν ἀνάξιος, ὁ τὴν γῆν περιπατῶν καὶ ταύτην καταμολύνων καὶ μηδὲν ἐν αὐτῇ ποιῶν τῶν ἱερῶν ἐνταλμάτων σου, εἰς ἐπίχαρμα δὲ μᾶλλον τοῖς πονηροῖς προκείμενος δαίμοσι καὶ πολλοῖς ἔνοχος καὶ ἀμυθήτοις τυγχάνων ἐγκλήμασι καὶ διὰ τοῦτο ἀναριθμήτων τιμωριῶν καὶ κολάσεων ἄξιος. Εἰ οὖν πρὸς τοὺς ἐμοὺς πονηροτάτους τρόπους ἐπίδῃς καὶ τὰ ἐγκλήματα, πλεῖσται ἀναμένουσί με κολάσεις. Ὅθεν καὶ φρίττω προσελθεῖν σοι τῷ μόνῳ ἁγίῳ καὶ ἀπολαῦσαί σου τῷ εἰς ἀμοιβὴν τοῖς κατορθοῦσιν ἑαυτὸν παρασχόντι καὶ τοῖς ἐπιστρέφουσι γνησίως εἰς λύτρωσιν προκειμένῳ καὶ μόνῳ ὄντι ἀπόλαυσιν καὶ φῶς καὶ ζωὴν καὶ τροφὴν καὶ παράκλησιν, αἰώνιόν τε τοῖς δικαίοις κληρονομίαν. Καὶ τρέμω καὶ δέδοικα καὶ οὐ τολμῶ πλησιάσαι σοι, δέσποτα, μήπως καὶ τοῦτό μοι βάρος γένηται καὶ μείζονος κολάσεως ἀφορμὴ καὶ εἰς κατάκριμα, καθὼς γέγραπται, τὰ πρόξενα παντὸς ἀγαθοῦ, κατὰ τὸ πρέπον ἐμοί. Ἀλλ’ ὅμως εἰ καὶ νοῶ ταῦτα τῶν ἐμῶν πλημμελημάτων ἀξίως καὶ οὕτως ἔχει, ὡς ἐξαγγέλλω σοι, δέσποτα, πάλιν θαρρεῖν με καταναγκάζει καὶ παρακαλεῖ πρὸς τὴν σὴν κοινωνίαν ἡ ἀγαθότης σου καὶ τὸ τῆς εὐσπλαγχνίας σου ἀμέτρητον, ἔτι δὲ καὶ αὐτά σου τὰ φρικτὰ καὶ θεῖα μυστήρια. Καθορώμενα γὰρ μόνον ἢ καὶ νοούμενα θάρρος ἐντίθησι τῇ ψυχῇ μου καὶ τὴν ἐλπίδα φέρει καὶ παρακινεῖ προθύμως τρέχειν πρὸς τὴν μετοχήν σου, φιλάνθρωπε. Δίδωσί μοι γὰρ ἐννοεῖν, ὅτι σὺ μὲν ἀόρατος καὶ ἀπερίληπτος τῇ θεότητι, διὰ τί δὲ ἄνθρωπος περιληπτὸς καὶ ὁρατὸς ἐγένου καὶ παθεῖν καὶ σταυρωθῆναι ἠθέλησας. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἱερουργεῖσθαι δι’ ἡμᾶς σαυτὸν παραδέδωκας καὶ τοῦτο οὐκ ἀοράτως μόνον, ἀλλὰ καὶ ὁρατῶς διὰ τούτων τῶν σεπτῶν μυστηρίων σου. Αἰτίαν οὖν εὑρίσκω σοῦ τὸ ἄκρον τῆς ἀγαθότητος, ἐμοῦ δὲ τὴν ἄκραν πονηρίαν, ἵνα ταύτην ἐξέλῃς καὶ διὰ σαυτοῦ σώσῃς με. Ἐπεὶ οὖν οὐκ ἔστι σωθῆναί με χωρὶς σοῦ, ὅτι σὺ εἶ μόνος ὁ σῴζων, οὐδὲ δυνατόν τινος μετασχεῖν τῶν ἀγαθῶν χωρὶς τοῦ γεύσασθαί σου τοῦ ἀγαθοῦ, οὐδὲ γὰρ ἄλλο τὸ ἀγαθὸν καὶ ἐραστὸν εἰ μὴ σύ, οὐδὲ δυνατὸν ἐπανορθωθῆναί με, εἰ μὴ ἐπανορθώσῃς αὐτὸς ὁ πλάσας με ἐξ ἀρχῆς, οὐδὲ εἶναί με ὅλως δυνατὸν τὸν ἐκ τοῦ μὴ ὄντος γεγονότα καὶ φθείρεσθαι καὶ θνῄσκειν διὰ τὴν ἁμαρτίαν κατακριθέντα δίχα σοῦ τοῦ ἀεὶ ὄντος ἐν τῷ ἀεὶ ὄντι Πατρὶ μετὰ τοῦ ζωοποιοῦ Πνεύματος, τολμῶν προσέρχομαί σοι ἐν φόβῳ, πλὴν θαρρῶν καὶ ἐλπίζων ἐλεηθῆναι. Καὶ γὰρ πτοοῦμαι μὲν ὡς ἀκάθαρτος, πιστεύω δέ μου τὴν σωτηρίαν εὑρεῖν τῇ μετοχῇ σου καὶ μετὰ πόθου προστρέχω σοι. Λίαν γὰρ ἐξέχομαί σου καὶ ἐκκρέμαμαι τῆς ἀγάπης σου, εἰ καὶ τυραννοῦμαι τῇ συνηθείᾳ καὶ τῇ ἁμαρτίᾳ ἑκὼν δουλοῦμαι ὁ ἄθλιος. Σὺ γὰρ εἶ ἡ μόνη ἔφεσις καὶ τὸ μόνον καὶ ἀληθῶς ὂν καλὸν καὶ ἐραστὸν καὶ μακάριον, οὗ καὶ μόνον πάντα τὰ θείως κινούμενα λογικὰ ἐφίεται. Μᾶλλον δὲ σὺ εἶ ὁ τὴν ἔφεσιν πᾶσι δούς, ὡς μόνος ὢν ἐφετός, ἵνα σοῦ ἐφιέμενοι ἀπολαύωμέν σου τῆς καλλονῆς, εἰ καὶ ταύτην ἡμεῖς τὴν ἀγαθὴν κίνησιν, φεῦ, μετάγομεν εἰς τὰ κάκιστα, αὐτεξουσίῳ γνώμῃ πονηρᾷ ποθοῦντες καὶ ζητοῦντες τὰ βδελυρά. Ἀλλ’ οὖν καὶ οὕτως ἐχόντων ἡμῶν, αὐτὸς ἡμᾶς οὐ βδελύσσῃ, προκείμενος δὲ διατελεῖς εἰς τὸ μεταλαμβάνειν σου πάντας, καὶ μᾶλλον παρέχεις σαυτὸν τοῖς ἁμαρτωλοῖς, ὡς ἂν τὸ δι’ ὃ ἦλθες ἐνεργῆται, φιλάνθρωπε. Ἦλθες γὰρ «ἁμαρτωλοὺς σῶσαι», ὡς γέγραπται, «ὧν πρῶτός εἰμι ἐγώ». Καὶ «οὐκ ἦλθες», ὡς ἔφης, «κρίναι τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος διὰ σοῦ». Διὸ κἀμοὶ τῷ ἁμαρτωλῷ συγχωρήσας ἅπαντά μου τὰ πταίσματα, σῶσόν με τῇ κοινωνίᾳ σου φιλανθρώπως. Καὶ ἐν τῷ ὁρᾶν σε διὰ τῶν μυστηρίων σου, λάμπρυνόν μου τοὺς τῆς ψυχῆς καὶ τοῦ σώματος ὀφθαλμούς, καὶ ἐν τῷ ἅπτεσθαί σου, τὰ μέλη ἁγίασόν μου, καὶ ἐν τῷ γεύεσθαί σου, κάθαρόν μου τὰ χείλη, τὴν γλῶσσαν, καρδίαν τε καὶ νεφροὺς καὶ πάσας τὰς αἰσθήσεις τοῦ ταλαιπώρου μου σώματος. Τὴν ψυχήν μου δὲ πλήρωσον τοῦ γλυκυτάτου φωτός σου καὶ τὸν νοῦν μου χαρίτωσον καὶ πάσας μου τὰς ψυχικὰς δυνάμεις πρὸς τὴν ὑπακοήν σου ἐνίσχυσον καὶ ὅλον κατάστησόν με κινεῖσθαι καὶ νοεῖν καὶ λέγειν καὶ ἐνεργεῖν μόνα τὰ σοὶ εὐάρεστα, Κύριε. Δίωξον ἀπ’ ἐμοῦ τῇ κοινωνίᾳ σου, ἀγαθέ, πᾶσαν ἐπήρειαν, πᾶσαν νόσον, πᾶσαν φαρμακείαν, πᾶσαν πονηρίαν, πᾶσαν κακίαν, πᾶσαν ἐνέργειαν καὶ ἐπιβουλὴν πονηρῶν ἀνθρώπων τε καὶ δαιμόνων καὶ μηδεὶς τούτων αἰσθητῶς ἢ νοητῶς ἰσχύσαι ὅλως ἐπηρεάζειν ἢ καταβλάπτειν με. Κάθαρόν μου τὴν καρδίαν, ὁ καθαρός· λάμπρυνόν με, τὸ φῶς τὸ ἄδυτον· ζώωσόν με, ἡ ζωή· ἐνίσχυσόν με, ἡ ἰσχύς· ἴασαί με, ὁ ἰατρός· ἡ σωτηρία, ψυχῇ καὶ σώματι σῶσόν με· ὁ μόνος βασιλεύς, τῆς τῶν παθῶν τυραννίδος με λύτρωσαι· ὁ Κύριος τῶν κυρίων, ἐλεύθερόν με δαιμονικῆς ἐξουσίας ἀπόδειξον καὶ ζῶντα καὶ τελευτῶντα καὶ ἐν τῷ μέλλοντι· ἐνοίκησον ἐν ἐμοί, ὁ πανταχοῦ, καὶ οὐ χώραν ἕξει τι πονηρὸν ἐν ἐμοί· πλήρωσόν με τῆς εὐφροσύνης σου, ὁ μόνος ὑπάρχων χαρά· εὐωδίασόν με, τὸ ἀκένωτον καὶ ζῶν μύρον· ἁγίασόν με, ὁ ἅγιος· μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, ὁ τὰ πάντα πληρῶν, καὶ ἔσομαι πλήρης πάντων τῶν ἀγαθῶν σου. Ἀξίωσόν με ἱλαρὸν κατιδεῖν σε καὶ εὐμενῆ καὶ ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ παρουσίᾳ σου καὶ καθαρώτερον μετασχεῖν σου καὶ τοῦ φωτὸς ἀπολαῦσαί σου καὶ κληρονόμον τῆς ἀθανάτου γενέσθαι βασιλείας σου. Πρεσβείαις τῆς παναγίας καὶ ἀειπαρθένου μητρός σου καὶ πάντων τῶν ἁγίων σου, οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ ἀνάρχου σου Πατρός, μεθ’ οὗ εὐλογητὸς καὶ αἰνετὸς ὑπάρχεις σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν»
(Ἰ. Φουντούλη Συμεὼν ἀρχιεπισκόπου Θεσσαλονίκης τὰ Λειτουργικὰ Συγγράμματα, Εὐχαὶ καὶ Ὕμνοι [Ἐπιστημονικαὶ Πραγματείαι, σειρὰ Φιλολογικὴ καὶ Θεολογικὴ 10. Θεσσαλονίκη: Ἑταιρεία Μακεδονικῶν Σπουδῶν, 1968]).