«Ὁ ἀπό γῆς, κατ' ἀρχάς τόν ἄνθρωπον, τῇ χειρί σου πλάσας ἐλεῆμον, οὕς προσελάβου δούλους σου κατάταξον, καὶ ἀνάπαυσον οἰκτίρμον, πᾶσιν ἐκλεκτοῖς Λόγε συναρίθμησον, παρορῶν τὰ τούτων Σῶτερ ἐγκλήματα.
(χφ. Σινὰ 782 παρακλητικὴ ι’ αἰ. φ. 22r, πρβλ. χφ. Τ. Σταυροῦ 100 εὐχολόγιο ιβ’-ιγ’ αἰ. φ. 73r).
«Ὁ ἀπό γῆς, κατ' ἀρχάς τόν ἄνθρωπον, τῇ χειρί σου πλάσας ἐλεῆμον, οὕς ἐξ ἡμῶν, προσελάβου δούλους σου ἐν πίστει, πᾶσιν ἐκλεκτοῖς Λόγε συναρίθμησον, παρορῶν αὐτῶν πάντα τά ἐγκλήματα.
Τοὺς ἐξ ἡμῶν, μεταστάντας δούλους σου, ἐν τῇ τρυφῇ τῆς ἀτελευτήτου βασιλείας, τῶν οὐρανῶν κατατάξας Κύριε, ἐν φωτὶ ἀνεσπέρῳ σου σκηνῶσαι, ἐν νεφέλαις ἀέρων ὑπαντῆσαί σε, καταξίωσον μόνε ὑπεράγαθε»
(χφφ. ὡρολόγια Paris. gr. 331 ια’ αἰ., Λειμῶνος 295 ὡρολόγιο β' ἥμισυ ιβ' αἰ. ἐκδεδομένα στό: Ἰ. Φουντούλη Ἀκολουθία τοῦ μνημοσύνου 1979 σ. 57 καὶ Σινὰ 904 τοῦ ἔτους 1211 φ. 278r-v). Τὸ «Ὁ ἀπὸ γῆς,...» μαρτυρεῖται καὶ στὰ χφφ. ΕΒΕ 47 ψαλτήριον τοῦ ἔτους 975 φ. 238r, Παντοκράτορος Ἄθῳ 43 τέλη ια’-ἀρχὲς ιβ’ αἰ. ἔκδ. Ψαλτήριον μετὰ τροπαρίων καὶ εὐχῶν 2004 σ. 256 καὶ Σινὰ 964 εὐχολόγιο ιγ’-ιδ’ αἰ. φ. 9v, 969 εὐχολόγιο ιδ' αἰ. φ. 5r, 985 εὐχολόγιο ιστ’ αἰ. φ. 75r.
«Ὁ ἀπό γῆς, κατ' ἀρχάς τόν ἄνθρωπον, τῇ χειρί σου πλάσας ἐλεῆμον, οὕς ἐξ ἡμῶν, προσελάβου δούλους σου ἐν χορῷ τῶν δικαίων καὶ ἐκλεκτῶν Λόγε συναρίθμησον»
(χφ. Vat. gr. 1546 ὡρολόγιο ιστ’ αἰ. φ. 85r).
«Πάτερ Υἱέ, καὶ Πνεῦμα τὸ ἅγιον, ἡ ἀμέριστος οὐσία μία, ἱλάσθητι τοῖς πιστοῖς ἱκέταις σου, καὶ συγχώρησιν πταισμάτων δίδου, καὶ τὸν κοιμηθέντα νῦν κατάταξον, ὅπου λάμπει τὸ φῶς τοῦ προσώπου σου.
Τὰ τραύματα τῆς ψυχῆς μου ἴασαι ἐπαντλήσασα τῷ σῷ ἐλέει, ἡ τεκοῦσα ἱλασμὸν καὶ ἄφεσιν, τὸν συνάναρχον τῷ Πατρὶ Λόγον. Ὅτι τὰς ἐλπίδας εἰς σὲ ἀνεθέμεθα, ὁ υἱός σου γένοιτο εὐμενὴς ἡμῖν»
(χφφ. Σινὰ 782 παρακλητικὴ ι’ αἰ. φ. 22v «σοὶ ἀνεθέμεθα», ψαλτήρια Paris gr. 22 τοῦ ἔτους 1126 φ. 229v-230r, Φλωρεντίας Plutei 05.18 ια' αἰ. φ. 214r «σοὶ ἀνεθέμεθα», Σινὰ 869 ὡρολόγιο ιδ’ αἰ. φ. 105r «σοὶ ἀνεθέμεθα», 969 εὐχολόγιο ιδ' αἰ. φ. 36r «τοῦ Πατρός»).
«Τὰ τραύματα τῆς ψυχῆς μου ἴασαι ἐπαντλήσασα τῷ σῷ ἐλέει, ἡ τεκοῦσα ἱλασμὸν μοι αἴτησαι, τὸν συνάναρχον τῷ Πατρὶ Λόγον. Ὅτι τὰς ἐλπίδας ἐν σοὶ ἀνεθέμεθα, ὁ υἱός σου γένοιτο εὐμενὴς ἡμῖν»
(χφ. Vat. gr. 1966 ψαλτήριο ιβ’ αἰ. φ. 182r-v).
«Πάτερ Υἱέ, καὶ Πνεῦμα τὸ ἅγιον, ἡ ἀμέριστος οὐσία μία, ἱλάσθητι τοῖς πιστοῖς ἱκέταις σου, καὶ συγχώρησιν πταισμάτων δίδου, καὶ τοὺς κοιμηθέντας συγκατάταξον, ὅπου λάμπει φῶς τοῦ προσώπου σου.
Χαῖρε δι’ ἧς ἡ χαρὰ ἐξέλαμψε καὶ ἐφώτισε τὴν οἰκουμένην, ὁ Κύριος τὸν Ἀδὰμ συνήγηρεν σὺν τοῖς κάτω νεκροῖς τοῖς ἀπ’ αἰῶνος. Διὰ τῆς θεόπαιδος ἐλυτρώθημεν, ἁμαρτίας καὶ κατακρίσεως»
(χφ. Vat. gr. 1966 ψαλτήριο ιβ’ αἰ. φφ. 182v-183r· πρβλ. Uppsala University Library gr. 7 εὐχολόγιο ια’-ιβ’ αἰ. φφ. 126v-107r).
Θεοτοκίον.
«Τὸν ἄναρχον καὶ υἱόν σου δέσποινα, καὶ Θεὸν ἡμῶν ἀπαύστως, ὅν ἔτεκες ἐκδυσώπει πάναγνε, μητρικῇ σου παῤῥησία, τῆς ἐκ δεξιῶν στάσεως δεχθῆναι με, καὶ τρυφῆς ἀΐδίου ἀπολάύσεως»
(χφφ. ψαλτήρια Paris gr. 40 τοῦ ἔτους 1059 φ. 175r, Φλωρεντίας Plutei 05.18 ια' αἰ. φ. 214r («τῆς ἐκ δεξιῶν αὐτοῦ στάσεως δεχθῆναι ἡμᾶς»), τυπικὸ τοῦ Ναοῦ τῆς ᾿Αναστάσεως τοῦ ἔτους 1122 σ. 84 («τῆς ἐκ δεξιῶν αὐτοῦ στάσεως τυχεῖν ἡμᾶς»)).
«Τὸν ἄναρχον καὶ υἱόν σου δέσποινα, καὶ Θεὸν ἡμῶν ἀπαύστως, ὅν ἔτεκες ἐκδυσώπει πάναγνε, μητρικῇ σου παῤῥησία, τῆς ἐκ δεξιῶν αὐτοῦ στάσεως τυχεῖν ἡμᾶς, καὶ ζωῆς ἀΐδίου ἀπολάύσεως»
(χφφ. Σινὰ 782 παρακλητικὴ ι’ αἰ. φ. 22v, 969 εὐχολόγιο ιδ' αἰ. φ. 5r-v «δεχθῆναι ἡμᾶς», 114 ψαλτήριο ιστ’ αἰ. φ. 155v «τρυφῆς ἀϊδίου»).
«Μήτηρ Θεοῦ παναγία δέσποινα, τῶν πιστῶν ἀντίληψις βεβαία, ῥῦσαι ἡμᾶς τοῦ πυρὸς τοῦ μέλλοντος εὐχαῖς σου, τοὺς εἰλικρινεῖ γνώμῃ σὲ δοξάζοντας, τὴν τιμιωτέραν πάσης τῆς κτίσεως»
(χφ. Σινὰ 782 παρακλητικὴ ι’ αἰ. φ. 22v).