Ὁ τόπος τῆς βαπτίσεως ταυτίζεται μὲ τὸ μέρος, ἀπὸ τὸ ὁποῖον ὁ προφήτης Ἠλίας ἀνελήφθη εἰς τὸν οὐρανόν. Οἱ προσκυνηταὶ μποροῦν νὰ δοῦν ἀκόμα καὶ τὸ Σπήλαιον τοῦ προφήτου Ἠλιού.
«Ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις». «Ἐγένετο δὲ...Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν» (Λκ. γ’ 21) «καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα» (Μτ. γ’ 17). Ἐγὼ αὐτὸν θέλω, ἐσεῖς κοιτάξτε τώρα τὶ θὰ κάνετε (γιὰ νὰ τὸν ἔχετε). «ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης» (Λκ. α’ 78-79). «Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις» (Τίτ. β’ 11), ὄχι μόνον τοῖς μοναχοῖς· «ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ» (Τίτ. γ’ 4), «τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν» (Ρωμ. στ’ 23)· «ὅπου γὰρ καταλαγὴ Θεοῦ, περιστερά. Καὶ γὰρ καὶ ἐπὶ τῆς κιβωτοῦ τῆς ἐπὶ Νῶε φέρουσα κλάδον ἐλαίας ἦλθεν ἡ περιστερά, σύμβολον τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ τῆς τοῦ χειμῶνος ἀπαλλαγῆς» (Ἰ. Χρυσοστόμου (+407) Εἰς τὸ ἅγιον βάπτισμα, 4 ἔκδ. Ε.Π.Ε. τ. 35 σ. 512).
Ὁ Σωτὴρ ἐβαπτίσθη ἐντελῶς γυμνός!
«Ἥλιον ῥυπτόμενον, τίς γηγενῶν ἐθεάσατο; Ἰωάννης ἀντέφησε, καὶ τὸν ἐπενδύοντα, οὐρανὸν νεφέλαις, γυμνούμενον ὅλον; καὶ τὸν πηγὰς καὶ ποταμούς, δημιουργοῦντα ὕδασι βαίνοντα; ἐκπλήττομαι τὴν ἄφατον, οἰκονομίαν σου Δέσποτα! μὴ βαρύνῃς τὸν δοῦλον σου, φοβεροῖς ἐπιτάγμασιν»
(Ἰανουαρίου ζ', μεθέορτο στιχηρὸ προσόμοιο ἀποστίχων).
«Κρυπτόμενον, ὡς νεφέλη σε ἔγνωκα Ἥλιον, Θεέ μου τῷ σώματι· πῶς οὖν γυμνοῦσαι τὰ ὕδατα, νῦν περιβαλλόμενος; ὁ Ἰωάννης ἐβόα ἐκπληττόμενος.
Λαμπρύνεται, τῶν ἀνθρώπων ἡ φύσις καὶ λύτρωσιν, τοῦ σκότους εἰσδέχεται, τῆς ἁμαρτίας καὶ ἄνωθεν, θεῖον περιβάλλεται, τῆς ἀφθαρσίας χιτῶνα γυμνουμένου μου»
(Ἰανουαρίου β', τροπάρια δ' ᾠδῆς προεορτίου κανόνος).
«Στολὴν ἱεράν, ἐπενδύων με Χριστὲ τὸν γυμνωθέντα, τῇ συμβουλίᾳ τοῦ ἀλάστορος, γυμνὸς προβῆναι τοῖς ὕδασιν, εἵλου ἀγαθότητος πλούτῳ· ἀνυμνῶ σου τὸ εὔσπλαγχνον, καὶ προσκυνῶ τὴν θαυμαστὴν οἰκονομίαν σου.
Τὶς αὓτη Χριστέ, ἡ πολλὴ σου πρὸς ἡμᾶς οἰκονομία; τὶς ἡ πτωχεία; τὶς ἡ ἄφατος καὶ ὑπὲρ νοῦν συγκατάβασις; ἔφη ὁπηνίκα σε εἶδεν, ὁ Ἰωάννης γυμνούμενον, καὶ βαπτισθῆναι ὑπ' αὐτοῦ ἐγκελευόμενον»
(Ἰανουαρίου β', τροπάρια ζ' ᾠδῆς προεορτίου κανόνος).
«Ἥλιος ὁρᾶν σε μέλλων Λόγε, γυμνούμενον κρύπτει τάς αὐγάς· ἔρχῃ γὰρ γυμνωθέντα με, ἀπάτῃ τῇ τοῦ ὄφεως, διὰ τοῦ σοῦ Βαπτίσματος, στολὴν ἐνδῦσαι σωτήριον»
(Ἰανουαρίου γ', τροπάριον γ' ᾠδῆς προεορτίου κανόνα).
«Θαμβεῖται ἥλιος, ὁρῶν σε Ἥλιε, σαρκικῶς γυμνωθέντα καὶ μυστικῶς, πᾶσαν καταυγάζοντα, τὴν γυμνωθεῖσαν σκοτεινῇ, παραβάσει φύσιν Δέσποτα»
(Ἰανουαρίου δ', τροπάριον δ' ᾠδῆς προεορτίου κανόνα).
«Γύμνωσιν αἰσχίστην, περιστέλλων Ἀδὰμ τοῦ προπάτορος, ἀπογυμνοῦσαι ἑκουσίως, καὶ ῥοαῖς Ἰορδάνου, σαυτὸν περιστέλλεις ὕδασι, τὰ ὑπερῷα στεγάζων Χριστέ, μόνε πολυέλεε»
(Ἰανουαρίου ε', τροπάριον γ' ᾠδῆς προεορτίου κανόνα).
«Ἰορδάνη ποταμέ, τὶ ἐθαμβήθης θεωρῶν; Τὸν ἀθεώρητον γυμνόν, εἶδον καὶ ἔφριξα φησί· καὶ πῶς γὰρ τοῦτον οὐκ ἔμελλον φρῖξαι καὶ δῦναι; οἱ Ἄγγελοι αὐτόν, ὁρῶντες ἔφριξαν· ἐξέστη οὐρανός, καὶ γῆ ἐτρόμαξε· καὶ συνεστάλη θάλασσα καὶ πάντα, τὰ ὁρατὰ καὶ ἀόρατα. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα»
(Θεοφάνεια, κάθισμα μετὰ τὴν β' στιχολογία).
«Ἴδε πῶς περίκειμαι, τὴν σὴν εἰκόνα ἣν ἔπλασα, ὑπὲρ νοῦν ταπεινούμενος, ὁ Κύριος ἔφησε. Τὶ οὖν ξένον φίλε, εἰ καθυποκύπτω, τῇ δεξιᾷ σου ὥς περ εἷς, τῶν σῶν συνδούλων καὶ περιβάλλομαι, γυμνούμενος τὰ ὕδατα; τοὺς γυμνωθέντας γὰρ βούλομαι, ἐπενδῦσαι ὡς εὔσπλαγχνος, ἀφθαρσίαν αἰώνιον»
(Ἰανουαρίου ια', μεθέορτο στιχηρὸ προσόμοιο ἀποστίχων).
«Ὁρῶσά σε ἡ φύσις ἅπασα τῶν γηγενῶν, γυμνὸν ἐν ὕδασι τὸν Δημιουργόν, τὸ Βάπτισμα αἰτοῦντα, ἠλλοιοῦτο φόβῳ καὶ ἐξεπλήττετο· ὁ Πρόδρομος δέ, τρόμῳ συνείχετο, μὴ τολμῶν προσεγγίσαι σοι· ἡ θάλασσα ἔφυγεν· Ἰορδάνης τὸ ῥεῖθρον ἀνεχαίτισε· τὰ ὄρη ἐσκίρτησαν θεωροῦντα σε, καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐξίσταντο λέγουσαι· Ὢ τοῦ θαύματος! ὁ Σωτὴρ γυμνοῦται, ἐνδῦσαι θέλων σωτηρίαν, τοὺς ἀνθρώπους καὶ ἀνάπλασιν»
(Ἰανουαρίου ιβ', μεθέορτο δοξαστικὸ ἑσπερίων).